Psalms 24

1
LXX: Psa.23:1
Ψαλμὸς τῷ Δαυιδ· τῆς μιᾶς σαββάτων. Τοῦ κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς, οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ·
2
LXX: Psa.23:2
αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
3
LXX: Psa.23:3
τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
4
LXX: Psa.23:4
ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.
5
LXX: Psa.23:5
οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.
6
LXX: Psa.23:6
αὕτη γενεὰ ζητούντων αὐτόν, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ. διάψαλμα.
7
LXX: Psa.23:7
ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης.
8
LXX: Psa.23:8
τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης; κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ.
9
LXX: Psa.23:9
ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης.
10
LXX: Psa.23:10
τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν βασιλεὺς τῆς δόξης.
Copyright information for LXX